Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Str. 8,7,1 = 383,11

TitleGeography
AuthorStrabo
Date1st Cen.B.C.-1st Cen.A.D.
Original text Ταύτης δὲ τῆς χώρας τὸ μὲν παλαιὸν Ἴωνες ἐκρά- τουν, ἐξ Ἀθηναίων τὸ γένος ὄντες, ἐκαλεῖτο δὲ τὸ μὲν παλαιὸν Αἰγιάλεια καὶ οἱ ἐνοικοῦντες Αἰγιαλεῖς, ὕστε- ρον δ’ ἀπ’ ἐκείνων Ἰωνία, καθάπερ καὶ ἡ Ἀττική, ἀπὸ Ἴωνος τοῦ Ξούθου. φασὶ δὲ Δευκαλίωνος μὲν Ἕλληνα εἶναι, τοῦτον δὲ περὶ τὴν Φθίαν τῶν μεταξὺ Πηνειοῦ καὶ Ἀσωποῦ δυναστεύοντα τῷ πρεσβυτάτῳ τῶν παί- δων παραδοῦναι τὴν ἀρχήν, τοὺς δ’ ἄλλους ἔξω δια- πέμψαι ζητήσοντας ἵδρυσιν ἕκαστον αὑτῷ· ὧν Δῶρος μὲν τοὺς περὶ Παρνασσὸν Δωριέας συνοικίσας κατέλιπεν ἐπωνύμους αὑτοῦ, Ξοῦθος δὲ τὴν Ἐρεχθέως θυ- γατέρα γήμας ᾤκισε τὴν τετράπολιν τῆς Ἀττικῆς, Οἰ- νόην Μαραθῶνα Προβάλινθον καὶ Τρικόρυνθον. τῶν δὲ τούτου παίδων Ἀχαιὸς μὲν φόνον ἀκούσιον πράξας ἔφυγεν εἰς Λακεδαίμονα καὶ Ἀχαιοὺς τοὺς ἐκεῖ κλη- θῆναι παρεσκεύασεν, Ἴων δὲ τοὺς μετ’ Εὐμόλπου νι- κήσας Θρᾷκας οὕτως ηὐδοκίμησεν ὥστ’ ἐπέτρεψαν αὐτῷ τὴν πολιτείαν Ἀθηναῖοι. ὁ δὲ πρῶτον μὲν εἰς τέτταρας φυλὰς διεῖλε τὸ πλῆθος, εἶτα εἰς τέτταρας βίους· τοὺς μὲν γὰρ γεωργοὺς ἀπέδειξε τοὺς δὲ δημι- ουργοὺς τοὺς δὲ ἱεροποιούς, τετάρτους δὲ τοὺς φύλα- κας· τοιαῦτα δὲ πλείω διατάξας τὴν χώραν ἐπώνυμον ἑαυτοῦ κατέλιπεν. οὕτω δὲ πολυανδρῆσαι τὴν χώραν τότε συνέπεσεν ὥστε καὶ ἀποικίαν τῶν Ἰώνων ἔστειλαν εἰς Πελοπόννησον Ἀθηναῖοι, καὶ τὴν χώραν ἣν κατέ- σχον ἐπώνυμον ἑαυτῶν ἐποίησαν Ἰωνίαν ἀντ’ Αἰγιάλου κληθεῖσαν, οἵ τε ἄνδρες ἀντὶ Αἰγιαλέων Ἴωνες προσ- ηγορεύθησαν εἰς δώδεκα πόλεις μερισθέντες. μετὰ δὲ τὴν Ἡρακλειδῶν κάθοδον ὑπ’ Ἀχαιῶν ἐξελαθέντες ἐπανῆλθον πάλιν εἰς Ἀθήνας· ἐκεῖθεν δὲ μετὰ τῶν Κοδριδῶν ἔστειλαν τὴν Ἰωνικὴν ἀποικίαν εἰς τὴν Ἀσί- αν· ἔκτισαν δὲ δώδεκα πόλεις ἐν τῇ παραλίᾳ τῆς Κα- ρίας καὶ τῆς Λυδίας, εἰς τοσαῦτα μέρη διελόντες σφᾶς ὅσα καὶ ἐν τῇ Πελοποννήσῳ κατεῖχον. οἱ δ’ Ἀχαιοὶ Φθιῶται μὲν ἦσαν τὸ γένος, ᾤκησαν δ’ ἐν Λακεδαί- μονι, τῶν δ’ Ἡρακλειδῶν ἐπικρατησάντων ἀναλη- φθέντες ὑπὸ Τισαμενοῦ τοῦ Ὀρέστου παιδός, ὡς προ- ειρήκαμεν, τοῖς Ἴωσιν ἐπέθεντο, καὶ γενόμενοι κρείτ- τους τοὺς μὲν ἐξέβαλον, αὐτοὶ δὲ κατέσχον τὴν γῆν, καὶ διεφύλαξαν τὸν αὐτὸν τῆς χώρας μερισμὸν ὅνπερ καὶ παρέλαβον. οὕτω δ’ ἴσχυσαν ὥστε τὴν ἄλλην Πε- λοπόννησον ἐχόντων τῶν Ἡρακλειδῶν ὧν ἀπέστη- σαν, ἀντεῖχον ὅμως πρὸς ἅπαντας Ἀχαΐαν ὀνομάσαν- τες τὴν χώραν. ἀπὸ μὲν οὖν Τισαμενοῦ μέχρι Ὠγύγου βασιλευόμενοι διετέλουν· εἶτα δημοκρατηθέντες το- σοῦτον ηὐδοκίμησαν περὶ τὰς πολιτείας ὥστε τοὺς Ἰτα- λιώτας μετὰ τὴν στάσιν τὴν πρὸς τοὺς Πυθαγορείους τὰ πλεῖστα τῶν νομίμων μετενέγκασθαι παρὰ τούτων συνέβη· μετὰ δὲ τὴν ἐν Λεύκτροις μάχην ἐπέτρεψαν Θηβαῖοι τούτοις τὴν δίαιταν περὶ τῶν ἀντιλεγομένων ταῖς πόλεσι πρὸς ἀλλήλας·
Source S. Radt, Strabons Geographika, Bd. 2, Buch V-VIII.
Source of translationS. Radt, Strabons Geographika, Bd. 2, Buch V-VIII.
InstancesPlb. 2,41,4f; Plb. 4,1,5; Apollod. 1,49-51; Str. 9,1,18; Str. 11,2,12; Paus. 7,1,2-4
DescriptorSettlement history, eponym hero Doros, eponym hero Ion, eponym hero Achaios, tribal name, genealogy, Heracleidae
CoverageAchaea
Ethnic GroupsIonians, Dorians, Achaeans
EditorMargit Offenmüller
Permalinkhttps://gams.uni-graz.at/o:ethnos.355