Original text |
διόπερ καὶ τοὺς Λεοντίνους εὔλογον κατοικίζειν μὴ ὑπηκόους ὥσπερ τοὺς ξυγγενεῖς αὐτῶν τοὺς ἐν Εὐβοίᾳ, ἀλλ’ ὡς δυνατωτάτους, ἵνα ἐκ τῆς σφετέρας ὅμοροι ὄντες τοῖσδε ὑπὲρ ἡμῶν λυπηροὶ ὦσιν. τὰ μὲν γὰρ ἐκεῖ καὶ αὐτοὶ ἀρκοῦμεν πρὸς τοὺς πολεμίους, καὶ ὁ Χαλκιδεύς, ὃν ἀλόγως ἡμᾶς φησὶ δουλωσαμένους τοὺς ἐνθάδε ἐλευθεροῦν, ξύμφορος ἡμῖν ἀπαράσκευος ὢν καὶ χρήματα μόνον φέρων, τὰ δὲ ἐνθάδε καὶ Λεοντῖνοι καὶ οἱ ἄλλοι φίλοι ὅτι μάλιστα αὐτονομούμενοι
|
Instances | D.S. 12,53,1; D.S. 12,54,1; D.S. 12,83,1-3; Thuc. 3,86,2-3; Thuc. 4,64,3-4; Thuc. 4,61,2-4; Thuc. 6,6,1-2; Thuc. 6,9,1; Thuc. 6,46,2; Thuc. 6,50,4; Thuc. 6,76,2-4; Thuc. 6,82,2-3; Thuc. 7,5,4; Thuc. 7,57,1-58,3 |