Title | The Histories |
Author | Herodotus |
Date | 5th Cen.B.C. |
Original text |
Αἰολέες δὲ ἑξήκοντα νέας παρείχοντο, ἐσκευασμένοι τε ὡς Ἕλληνες καὶ τὸ πάλαι καλεόμενοι Πελασγοί, ὡς Ἑλλήνων λόγος. Ἑλλησπόντιοι δὲ πλὴν Ἀβυδηνῶν (Ἀβυδηνοῖσι γὰρ προσετέτακτο ἐκ βασιλέος κατὰ χώρην μένουσι φύλακας εἶναι τῶν γεφυρέων) οἱ δὲ λοιποὶ <οἱ> ἐκ τοῦ Πόντου στρατευόμενοι παρείχοντο μὲν ἑκατὸν νέας, ἐσκευασμένοι δὲ ἦσαν ὡς Ἕλληνες· οὗτοι δὲ Ἰώνων καὶ Δωριέων ἄποικοι.
|
Source |
Ph.-E. Legrand, Hérodote. Histoires, Buch VII.
|
Source of translation | J. Feix, Herodot: Historien, Bd. 2, Buch VI-IX. |
Descriptor | tribal name, settlement history |
Coverage | Aelolis |
Ethnic Groups | Aeolians, Pelasgians, Ionians, Dorians |
Editor | Anna Trattner-Handy |
Permalink | https://gams.uni-graz.at/o:ethnos.187 |