Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

Hdt. 5,75,3-5,76

TitleThe Histories
AuthorHerodotus
Date5th Cen.B.C.
Original text τέταρτον δὴ τοῦτο ἐπὶ τὴν Ἀττικὴν ἀπικόμενοι Δωριέες, δίς τε ἐπὶ πολέμῳ ἐσβαλόντες καὶ δὶς ἐπ’ ἀγαθῷ τοῦ πλήθεος τοῦ Ἀθηναίων, πρῶτον μὲν ὅτε καὶ Μέγαρα κατοίκισαν (οὗτος ὁ στόλος ἐπὶ Κόδρου βασιλεύοντος Ἀθηναίων ὀρθῶς ἂν καλέοιτο), δεύτερον δὲ καὶ τρίτον ὅτε ἐπὶ Πεισιστρατιδέων ἐξέλασιν ὁρμηθέντες ἐκ Σπάρτης ἀπίκοντο, τέταρτον δὲ τότε ὅτε ἐς Ἐλευσῖνα Κλεομένης ἄγων Πελοποννησίους ἐσέβαλε· οὕτω τέταρτον τότε Δωριέες ἐσέβαλον ἐς Ἀθήνας.
Source Ph.-E. Legrand, Hérodote. Histoires, Buch V.
Source of translationJ. Feix, Herodot: Historien, Bd. 1, Buch I-V.
CoverageAttica
Ethnic GroupsDorians
EditorAnna Trattner-Handy
Permalinkhttps://gams.uni-graz.at/o:ethnos.182