Title | The Histories |
Author | Herodotus |
Date | 5th Cen.B.C. |
Original text |
Τέλους δὲ ἐκ τῆς ἔριδος συμπεσόντες ἐμάχοντο· πεσόντων δὲ καὶ ἀμφοτέρων πολλῶν ἐνίκων Λακεδαιμόνιοι. Ἀργεῖοι μέν νυν ἀπὸ τούτου τοῦ χρόνου κατακειράμενοι τὰς κεφαλάς, πρότερον ἐπάναγκες κομῶντες, ἐποιήσαντο νόμον τε καὶ κατάρην μὴ πρότερον θρέψειν κόμην Ἀργείων μηδένα μηδὲ τὰς γυναῖκάς σφι χρυσοφορήσειν, πρὶν Θυρέας ἀνασώσωνται. Λακεδαιμόνιοι δὲ τὰ ἐναντία τούτων ἔθεντο νόμον· οὐ γὰρ κομῶντες πρὸ τούτου ἀπὸ τούτου κομᾶν.
|
Source |
Ph.-E. Legrand, Hérodote. Histoires, Buch I.
|
Source of translation | J. Feix, Herodot: Historien, Bd. 1, Buch I-V. |
Descriptor | headdress |
Coverage | Peloponnese |
Editor | Anna Trattner-Handy |
Permalink | https://gams.uni-graz.at/o:ethnos.168 |