Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

D.S. 4,67,2-4

TitleBibliotheca historica
AuthorDiodorus Siculus
Date1st Cen.B.C.
Original text Πρὸ δὲ τούτων τῶν χρόνων Βοιωτὸς ὁ Ἄρνης καὶ Ποσειδῶνος καταντήσας εἰς τὴν τότε μὲν Αἰολίδα, νῦν δὲ Θετταλίαν καλουμένην, τοὺς μεθ’ ἑαυτοῦ Βοιωτοὺς ὠνόμασε. […] περὶ δὲ τῶν Αἰολέων τούτων ἀναγκαῖον προσαναδραμόντας τοῖς χρόνοις τὰ κατὰ μέρος ἐκθέσθαι. ἐν τοῖς ἔμπροσθεν χρόνοις τῶν Αἰόλου τοῦ Ἕλληνος τοῦ Δευκαλίωνος υἱῶν οἱ μὲν ἄλλοι κατῴκησαν ἐν τοῖς προειρημένοις τόποις, Μίμας δὲ μείνας ἐβασίλευσε τῆς Αἰολίδος. Μίμαντος δὲ Ἱππότης γενόμενος ἐκ Μελανίππης ἐτέκνωσεν Αἰόλον· τούτου δ’ Ἄρνη γενομένη θυγάτηρ Βοιωτὸν ἐκ Ποσειδῶνος ἐγέννησεν. Αἰόλος δ’ ἀπιστῶν εἰ Ποσειδῶνι ἐμίγη καὶ τῇ φθορᾷ μεμφόμενος, παρέδωκε τὴν Ἄρνην Μεταποντίῳ ξένῳ κατὰ τύχην παρεπιδημοῦντι, προστάξας ἀπάγειν εἰς Μεταπόντιον. τούτου δὲ πράξαντος τὸ προσταχθέν, ἡ Ἄρνη τρεφομένη ἐν Μεταποντίῳ ἐγέννησεν Αἰόλον καὶ Βοιωτόν, οὓς ὁ Μεταπόντιος, ἄπαις ὤν, κατά τινα χρησμὸν υἱοποιήσατο.
Source F. Vogel (nach I. Bekker, L. Dindorf), Diodori bibliotheca historica, Bd. 1, Buch I-IV.
Source of translationG. Wirth, O. Veh, Diodoros: Griechische Weltgeschichte, Bd. 1/II, Buch I-X.
InstancesD.S. 4,67,5-6; Hdt. 7,176,4; Thuc. 1,12,3-4
DescriptorAeolus, Boeotus, eponym hero, settlement history, genealogy
CoverageThessaly
Ethnic GroupsBoeotians, Aeolians
EditorAnna Trattner-Handy
Permalinkhttps://gams.uni-graz.at/o:ethnos.139