Onlineportal Alte Geschichte und Altertumskunde

PDF« back

D.S. 4,33,5

TitleBibliotheca historica
AuthorDiodorus Siculus
Date1st Cen.B.C.
Original text μετὰ δὲ ταῦτα Ἱπποκόων μὲν ἐφυγάδευσεν ἐκ τῆς Σπάρτης τὸν ἀδελφὸν Τυνδάρεων, Οἰωνὸν δὲ τὸν Λικυμνίου φίλον ὄντα Ἡρακλέους οἱ υἱοὶ τοῦ Ἱπποκόωντος εἴκοσι τὸν ἀριθμὸν ὄντες ἀπέκτειναν· ἐφ’ οἷς ἀγανακτήσας Ἡρακλῆς ἐστράτευσεν ἐπ’ αὐτούς· μεγάλῃ δὲ μάχῃ νικήσας παμπληθεῖς ἀπέκτεινε. τὴν δὲ Σπάρτην ἑλὼν κατὰ κράτος, κατήγαγεν ἐπὶ τὴν βασιλείαν Τυνδάρεων τὸν πατέρα τῶν Διοσκόρων, καὶ τὴν βασιλείαν ὡς δορίκτητον Τυνδάρεῳ παρέθετο, προστάξας τοῖς ἀφ’ ἑαυτοῦ γενομένοις φυλάττειν.
Source F. Vogel (nach I. Bekker, L. Dindorf), Diodori bibliotheca historica, Bd. 1, Buch I-IV.
Source of translationG. Wirth, O. Veh, Diodoros: Griechische Weltgeschichte, Bd. 1/II, Buch I-X.
DescriptorHeracles
CoveragePeloponnese
EditorAnna Trattner-Handy
Permalinkhttps://gams.uni-graz.at/o:ethnos.128