Title | Bibliotheca historica |
Author | Diodorus Siculus |
Date | 1st Cen.B.C. |
Original text |
οἱ μὲν οὖν συστησάμενοι τὴν πρᾶξιν μετανοήσαντες ἐδήλωσαν τοῖς βοιωτάρχαις τὴν ἐπίθεσιν, προδόντες τοὺς συνομόσαντας, καὶ διὰ τῆς εὐεργεσίας ταύτης ἑαυτοῖς ἐπορίσαντο τὴν σωτηρίαν. τῶν δ’ ἀρχόντων συλλαβόντων τοὺς τῶν Ὀρχομενίων ἱππεῖς καὶ παραγαγόντων εἰς τὴν ἐκκλησίαν, ὁ δῆμος ἐψηφίσατο τούτους μὲν ἀποσφάξαι, τοὺς δ’ Ὀρχομενίους ἐξανδραποδίσασθαι καὶ τὴν πόλιν κατασκάψαι. ἐκ παλαιῶν γὰρ χρόνων οἱ Θηβαῖοι πρὸς τούτους ἀλλοτρίως διέκειντο, δασμοφοροῦντες μὲν τοῖς Μινύαις ἐν τοῖς ἡρωικοῖς χρόνοις, ὕστερον δ’ ὑφ’ Ἡρακλέους ἐλευθερωθέντες.
|
Source |
F. Vogel (nach I. Bekker, L. Dindorf), Diodori bibliotheca historica, Bd. 3, Buch XIII-XV.
|
Source of translation | O. Veh, Diodoros: Griechische Weltgeschichte, Bd. 4, Buch XIV-XV. |
Instances | Hom. Il. 2,511-513; Thuc. 4,76,3; D.S. 4,10,3-6 |
Descriptor | legitimation of supremacy |
Coverage | Orchomenus |
Ethnic Groups | Minyans |
Editor | Anna Trattner-Handy |
Permalink | https://gams.uni-graz.at/o:ethnos.120 |